18/1/2026. Ι΄. ΕΩΘΙΝΟΝ Κατά Ἰωάννην. (ΚΑ΄. 1-14).
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως· Ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν Μαθη τῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος·Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ·ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ Μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ· ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ Μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατοἦν γὰρ γυμνὸς καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτόν. Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς,καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
Ι΄. ΕΩΘΙΝΟ ΕΥΑΓΓΕΛΙΟ Κατά Ἰωάννην. (ΚΑ΄. 1-14).
Ἐκεῖνο τόν καιρό ὁ Ἰησοῦς φανέρωσε στούς Μαθητές του τόν ἑαυτό του στή θάλασσα τῆς Τιβεριάδας, ἀφοῦ ἀναστήθηκε ἀπό τούς νεκρούς· καί τόν φανέρωσε ὡς ἑξῆς·ἦταν μαζί ὁ Σίμων ὁ Πέτρος καί ὁ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καί ὁ Ναθαναήλ ἀπό τήν Κανᾶ τῆς Γαλιλαίας καί οἱ γιοί τοῦ Ζεβεδαίου, καί ἄλλοι δύο ἀπό τούς Μαθητές του.Λέγει σ’ αὐτούς ὁ Σίμων ὁ Πέτρος· πηγαίνω νά ψαρέψω.Τοῦ λένε· ἐρχόμαστε κι ἐμεῖς μαζί σου. Βγῆκαν καί ἀνέβηκαν στό πλοῖο ἀμέσως, καί δέν ἔπιασαν τίποτε ἐκείνη τή νύχτα. Καί ὅταν ἔγινε πλέον πρωΐ, στάθηκε ὁ Ἰησοῦς στήν ἀκρογιαλιά· δέν γνώριζαν ὅμως οἱ Μαθητές ὅτι εἶναι ὁ Ἰησοῦς. Λέγει λοιπόν σ’ αὐτούς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιά φαγητό; τοῦ ἀποκρίθηκαν· ὄχι. Καί Ἐκεῖνος εἶπε σ’ αὐτούς· ρίξτε τό δίχτυ στά δεξιά μέρη τοῦ πλοίου καί θά βρῆτε. Τό ἔρριξαν λοιπόν καί δέν μπόρεσαν νά τό ἀνασύρουν ἀπό τό πλῆθος τῶν ψαριῶν. Λέγει λοιπόν ὁ Μαθητής ἐκεῖνος τόν ὁποῖο ἀγαποῦσε ὁ Ἰησοῦς στόν Πέτρο· ὁ Κύριος εἶναι. Ὁ Σίμων λοιπόν ὁ Πέτρος μόλις ἄκουσε ὅτι εἶναι ὁ Κύριος, φόρεσε βιαστικά τόν ἐργατικό σάκκο του, γιατί ἦταν σχεδόν γυμνός, καί ρίχθηκε ὁρμητικά στή θάλασσα· ἐνῷ οἱ ἄλλοι Μαθητές ἦλθαν μέ τό πλοιάριο, διότι δέν ἦταν μακριά ἀπό τήν ξηρά, ἀλλά περίπου διακόσιους πήχεις (150 μέτρα) σέρνοντας τό δίχτυ μέ τά ψάρια. Μόλις λοιπόν ἀποβιβάσθηκαν στήν ξηρά, βλέπουν ἕτοιμα ἀναμμένα κάρβουνα καί ἕνα ψάρι τοποθετημένο ἐπάνω τους καί ψωμί. Λέγει σ’ αὐτούς ὁ Ἰησοῦς· φέρετε ἀπό τά ψάρια πού πιάσατε τώρα. Ἀνέβηκε λοιπόν στό πλοῖο ὁ Σίμων Πέτρος καί ἔσυρε ἐπάνω στήν ξηρά τό δίχτυ γεμάτο ἀπό ἑκατόν πενήντα τρία μεγάλα ψάρια. Καί μολονότι ἦταν τόσο πολλά καί μεγάλα, δέν σχίσθηκε τό δίχτυ. Λέγει σ’ αὐτούς ὁ Ἰησοῦς· ἐλᾶτε τώρα νά πάρετε τό πρωϊνό σας. Καί ἀπό σεβασμό κανείς ἀπό τούς Μαθητές δέν τολμοῦσε νά τόν ἐξετάσει καί νά τόν ἐρωτήσει ποιός εἶσαι ἐσύ, ἐπειδή γνώριζαν ὅτι εἶναι ὁ Κύριος. Ἔρχεται λοιπὀν ὁ Ἰησοῦς καί παίρνει στά χέρια του τόν ἄρτο (τό ψωμί) καί τόν μοιράζει σ’ αὐτούς καί τό ψάρι ἐπίσης. Αὐτή ἦταν ἡ τρίτη φορά που φανερώθηκε ὁ Ἰησοῦς στούς Μαθητάς του, ἀφ’ ὅτου ἀναστήθηκε ἀπό τούς νεκρούς.
Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Ἀθανασίου καὶ Κυρίλλου Πατρ. Ἀλεξανδρείας (Ἑβρ. ιγ΄ 7-16)
Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός...osotir.
Κυριακὴ ΙΒ΄ Λουκᾶ – Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026
12 Ιανουαρίου, 2026
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Κυριακὴ ΙΒ΄ Λουκᾶ (Λουκ. ιζ΄12-19)
12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑ-αυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
12 Καί τήν ὥρα πού ἔμπαινε σέ κάποιο χωριό, τόν συνάντησαν δέκα λεπροί ἄνδρες, οἱ ὁποῖοι στάθηκαν ἀπό μακριά, ἐπειδή σύμφωνα μέ τό νόμο κάθε λεπρός θεωροῦνταν ἀκάθαρτος καί δέν τοῦ ἐπιτρεπόταν νά πλησιάσει κανέναν. 13 Κι αὐτοί ἄρχισαν νά τοῦ φωνάζουν δυνατά: Ἰησοῦ, Κύριε, σπλαχνίσου μας καί θεράπευσέ μας. 14 Βλέποντάς τους ἐκεῖνος τούς εἶπε: Πηγαίνετε καί δεῖξτε τό σῶμα σας στούς ἱερεῖς, γιά νά βεβαιώσουν ἄν πράγματι θεραπευθήκατε, σύμφωνα μέ τή διάταξη τοῦ νόμου. Καί καθώς αὐτοί πήγαιναν νά ἐξεταστοῦν ἀπό τούς ἱερεῖς, καθαρίστηκαν ἀπό τή λέπρα. 15 Ἕνας ἀπ’ αὐτούς, μόλις εἶδε ὅτι θεραπεύθηκε, ἐπέστρεψε καί μέ δυνατή φωνή ἐκφράζοντας τή χαρά καί τήν εὐγνωμοσύνη του δόξαζε τόν Θεό πού τόν θεράπευσε διαμέσου τοῦ Ἰησοῦ. 16 Ἔπεσε τότε μέ τό πρόσωπο κάτω στή γῆ κοντά στά πόδια τοῦ Ἰησοῦ καί τόν εὐχαριστοῦσε. Καί αὐτός ἦταν Σαμαρείτης, δηλαδή σχισματικός καί λιγότερο φωτισμένος ἀπό τούς Ἰουδαίους. Συνεπῶς κανείς δέν θά περίμενε νά δείξει αὐτός μιά τέτοια εὐγνωμοσύνη πού δέν ἔδειξαν οἱ ἄλλοι ἐννέα, πού ἦταν Ἰσραηλίτες. 17 Τότε ὁ Ἰησοῦς εἶπε: Δέν καθαρίστηκαν ἀπό τή λέπρα καί οἱ δέκα; Οἱ ἄλλοι ἐννέα ποῦ εἶναι; 18 Χάθηκαν νά γυρίσουν πίσω καί νά δοξάσουν τόν Θεό, παρά μόνο ὁ ξένος αὐτός, πού δέν ἀνήκει στό γνήσιο ἰουδαϊκό γένος; 19 Καί σ’ αὐτόν εἶπε: Σήκω καί πήγαινε. Ἡ πίστη σου σέ ἔσωσε. Δέν θεράπευσε μόνο τό σῶμα σου, ἀλλά ἀποτελεῖ καί καλή ἀρχή πού θά σέ ὁδηγήσει καί στήν πνευματική σου σωτηρία.Ἀδελφότης Θεολόγων «Ὁ Σωτήρ»
