Η’. ΕΩΘΙΝΟΝ Κατά Ἰωάννην. (Κ΄. 11-18).
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις;λέγει αὐτοῖς· ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρὸς ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας, αὐτὸν κᾀγὼ αὐτὸν ἀρῶ· λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί· ὃ λέγεται Διδάσκαλε·λέγει αὐτῇ ὁ Ἰησοῦς, μή μου ἃπτου· οὔπω γὰρ τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς Μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον· καὶ ταῦτα εἶπεν αὐτῇ.
Η΄. ΕΩΘΙΝΟ ΕΥΑΓΓΕΛΙΟ Κατά Ἰωάννην. (Κ΄. 11-18).
Τόν καιρό ἐκεῖνο ἡ Μαρία (ἡ Μαγδαληνή) στεκόταν κοντά στό μνημεῖο κλαίοντας ἀπ’ ἔξω. Καθώς λοιπό ἔκλαιε, παράσκυψε στό μνημεῖο καί βλέπει δύο Ἀγγέλους νά κάθονται λευκοφορεμένοι, ἕνας πρός τό κεφάλι καί ἕνας πρός τά πόδια, ὅπου ἦταν θαμμένο τό σῶμα τοῦ Ἰησοῦ· καί τῆς λένε ἐκεῖνοι· γυναίκα, γιατί κλαῖς; τούς λέει·κλαίω, γιατί πῆραν τόν Κύριό μου ἀπό τό μνημεῖο καί δέν γνωρίζω ποῦ τόν ἔβαλαν, καί λέγοντας αὐτά στράφηκε πρός τά πίσω, καί βλέπει τόν Ἰησοῦ νά στέκεται, καί δέν κατάλαβε ὅτι εἶναι ὁ Ἰησοῦς. Τῆς λέγει ὁ Ἰησοῦς· γυναίκα γιατί κλαῖς; ποιόν ἀναζητεῖς; Ἐκείνη νομίζοντας ὅτι εἶναι ὁ κηπουρός τοῦ λέγει· Κύριε, ἄν ἐσύ τόν μετέφερες, πές μου ποῦ τόν ἔβαλες καί ἐγώ θά τόν πάρω. Τῆς λέγει ὁ Ἰησοῦς·Μαρία. Ἐκείνη στράφηκε καί τοῦ λέγει· Ραββουνί, πού σημαίνει Διδάσκαλε· τῆς λέγει ὁ Ἰησοῦς μή μέ ἀγγίζεις, διότι δέν ἀνέβηκα ἀκόμη στόν Πατέρα μου· ἀλλά πήγαινε στούς ἀδελφούς μου καί πές τους· ἀνεβαίνω στόν Πατέρα μου καί Πατέρα σας, καί Θεό μου καί Θεό σας. Ἔρχεται ἡ Μαρία ἡ Μαγδαληνή ἀναγγέλλοντας στούς Μαθητές ὅτι εἶδε τόν Κύριο καί ὅτι τῆς εἶπε αὐτά.
Κυριακή τοῦ Τυφλοῦ – Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026
11 Μαΐου, 2026
Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026, Κυριακή τοῦ Τυφλοῦ (Πράξ. ις΄ 16-34)
‘Eν ταῖς ἡμέραις ἐκείναις ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ᾿Ιουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
ΣΚΕΨΕΙΣ – ΔΙΔΑΓΜΑΤΑ – ΕΦΑΡΜΟΓΕΣ
1. Τὰ ὄργανα τοῦ διαβόλου
Ὁ ἀπόστολος Παῦλος μὲ τοὺς συνεργούς του βρέθηκαν στοὺς Φιλίππους τῆς Μακεδονίας. Κήρυξαν τὸν Κύριο Ἰησοῦ Χριστὸ καὶ βάπτισαν τοὺς πρώτους Χριστιανούς, μεταξὺ τῶν ὁποίων πρώτη τὴν ἁγία Λυδία. Κάποια ἡμέρα τοὺς συνάντησε ἐκεῖ μία νεαρὴ δούλη, ἡ ὁποία εἶχε «πνεῦμα πύθωνος», δηλαδὴ μαντικό, δαιμονικὸ πνεῦμα, καὶ ἀπέφερε πολλὰ κέρδη στὰ ἀφεντικά της μὲ τὶς μαντεῖες ποὺ ἔκανε. Βλέποντας τώρα τοὺς Ἀποστόλους, ἄρχισε νὰ τοὺς ἀκολουθεῖ καὶ νὰ διαλαλεῖ ὅτι οἱ ἄνθρωποι αὐτοὶ εἶναι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ μᾶς δείχνουν τὸν δρόμο τῆς σωτηρίας. Μὲ τὸν τρόπο αὐτὸ ὁ διάβολος ἤθελε νὰ ἀποσπάσει τὴν ἐμπιστοσύνη τῶν ἀνθρώπων καὶ κατόπιν νὰ τοὺς παρασύρει στὴν πλάνη. Γι᾿ αὐτὸ ὁ ἀπόστολος Παῦλος στράφηκε πρὸς τὴ μάντισσα καὶ διέταξε τὸ πονηρὸ πνεῦμα νὰ φύγει ἀπὸ αὐτήν. Τὴν ἴδια στιγμὴ ἐκεῖνο, μὲ τὴ δύναμη τοῦ Χριστοῦ, ἐξῆλθε.
Δυστυχῶς καὶ στὴ δική μας ἐποχὴ ὑπάρχουν ἄνθρωποι ποὺ καταφεύγουν σὲ μάγισσες, χαρτορίχτρες, καφετζοῦδες, ἀστρολόγους, πνευματιστὲς καὶ ἄλλους παρόμοιους, οἱ ὁποῖοι ἐπικαλοῦνται δαιμονικὰ πνεύματα. Ἀνυποψίαστοι οἱ ἄνθρωποι κάνουν τὸ ὀλέθριο λάθος νὰ ζητοῦν βοήθεια ἀπὸ τὰ ὄργανα αὐτὰ τῶν δαιμόνων, γιὰ νὰ μάθουν δῆθεν τὸ μέλλον, ἢ νὰ βροῦν λύση στὰ προβλήματά τους, ἢ νὰ ἐπικοινωνήσουν τάχα μὲ τοὺς κεκοιμημένους τους, προσφέροντας μάλιστα ἀκριβὰ ἀνταλλάγματα. Πέρα ἀπὸ τὰ χρήματα, τὸ κυριότερο, ἐκχωροῦν δικαιώματα στὰ ἀκάθαρτα πνεύματα νὰ ἐξουσιάζουν τὴν ψυχή τους. Ἂς μὴν παίζουμε μὲ τὴ φωτιά! Ἂς μὴ δεχόμαστε ὡς «εὐεργέτη» μας τὸν διάβολο! Μόνο τὰ ἱερὰ Μυστήρια τῆς Ἐκκλησίας μας προστατεύουν, ἁγιάζουν καὶ σώζουν τὸν ἄνθρωπο καὶ ὄχι τὰ ὄργανα τοῦ διαβόλου!
2. Δοξολογία γιὰ ὅλα
Τὰ ἀφεντικὰ τῆς δούλης, βλέποντας ὅτι ἔχασαν πλέον τὸ μέσο τοῦ πλουτισμοῦ τους, συκοφάντησαν τοὺς Ἀποστόλους στοὺς στρατηγοὺς τῆς πόλεως καὶ ξεσήκωσαν ἐναντίον τους τὸν λαό. Οἱ στρατηγοί, ἀφοῦ μαστίγωσαν καὶ χτύπησαν ἐπὶ πολλὴ ὥρα τὸν Παῦλο καὶ τὸν Σίλα, τοὺς ἔριξαν στὴν πιὸ βαθιὰ φυλακὴ καὶ τοὺς ἔδεσαν σφιχτά, ὥστε νὰ μὴν μποροῦν οὔτε στὸ ἐλάχιστο νὰ μετακινηθοῦν. Ἐκεῖ λοιπόν, κατὰ τὴ διάρκεια τῆς νύχτας, στὶς ἄθλιες αὐτὲς συνθῆκες καὶ μετὰ ἀπὸ τὴ φρικτὴ ταλαιπωρία τῶν βασανιστηρίων οἱ Ἀπόστολοι ξεσποῦν· ὄχι σὲ ἐπανάσταση, μὲ φωνές, βρισιὲς καὶ κατάρες. Ξεσποῦν σὲ προσευχή, καὶ ὄχι σὲ ἁπλὴ προσευχή· σὲ δοξολογία· σὲ ἕναν ὑπέροχο ὕμνο δοξολογίας. Δὲν τοὺς κατέβαλε ἡ νύστα, γράφει ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος. Δὲν τοὺς λύγισε ὁ πόνος, οὔτε τοὺς ἔφερε σὲ ἀδιέξοδο ὁ φόβος. «Ἀλλ᾿ αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς, καὶ ἡδονῆς πληροῦντα πολλῆς» (PG 60, 257). Ἀλλὰ ἀκριβῶς αὐτὰ ἦταν ποὺ τοὺς ξεσήκωναν πολὺ περισσότερο καὶ τοὺς γέμιζαν μὲ πνευματικὴ εὐφροσύνη.
Ὁποιαδήποτε δοκιμασία, ὅσο δυσάρεστη κι ἂν εἶναι, δὲν πρέπει νὰ μᾶς ἐμποδίζει ἀπὸ τὴν προσευχὴ καὶ μάλιστα ἀπὸ τὴ δοξολογία. Ἂς δοξάζουμε τὸν Θεὸ γιὰ ὅ,τι ἐπιτρέπει στὴ ζωή μας. Ἂς Τὸν δοξάζουμε, ἀκόμη καὶ μέσα στὶς θλίψεις καὶ στὰ προβλήματα. «Ἐν παντὶ εὐχαριστεῖτε» (Α΄ Θεσ. ε΄ 18), μᾶς προτρέπει ὁ ἀπόστολος Παῦλος. Γιὰ ὅλα νὰ εὐχαριστεῖτε τὸν Θεό· τόσο γιὰ τὰ εὐχάριστα, ὅσο καὶ γιὰ τὰ δυσάρεστα. Διότι ὅλα εἶναι ἀποτέλεσμα τῆς φροντίδας του. Ὅλα εἶναι καρπὸς τῆς ἴδιας θεϊκῆς ἀγάπης.
3. Τὸ σημαντικότερο ἐρώτημα
Τὴ στιγμὴ ποὺ οἱ δύο Ἀπόστολοι δοξολογοῦσαν τὸν Θεό, ἔγινε μεγάλος σεισμός, ὁ ὁποῖος συντάραξε συθέμελα τὴ φυλακή. Ἄνοιξαν ὅλες οἱ πόρτες καὶ λύθηκαν ὅλα τὰ δεσμὰ τῶν κρατουμένων. Ὁ δεσμοφύλακας, φοβούμενος ὅτι εἶχαν δραπετεύσει οἱ φυλακισμένοι, ἐπιχείρησε νὰ αὐτοκτονήσει. Τὸν ἀπέτρεψε ὁ ἀπόστολος Παῦλος διαβεβαιώνοντάς τον ὅτι δὲν εἶχε φύγει κανείς. Ὁ δεσμοφύλακας τότε συνετρίβη, ἔπεσε στὰ πόδια τῶν Ἀποστόλων καὶ τοὺς ἀπηύθυνε τὸ ἐρώτημα: «Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;» Τί πρέπει νὰ κάνω γιὰ νὰ κερδίσω τὴ σωτηρία; Οἱ Ἀπόστολοι τὸν προέτρεψαν νὰ πιστέψει στὸν Κύριο Ἰησοῦ Χριστό, κατήχησαν κατόπιν τὸν ἴδιο καὶ τὴν οἰκογένειά του καὶ τοὺς βάπτισαν.
Τὸ ἐρώτημα τοῦ δεσμοφύλακα εἶναι ὅ,τι σημαντικότερο μπορεῖ νὰ ἀπασχολήσει τὸν ἄνθρωπο κατὰ τὸ σύντομο πέρασμά του ἀπὸ τὴ γῆ: «Τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;» Ἡ δὲ ἀπάντηση στὸ ἐρώτημα αὐτὸ δὲν εἶναι μόνο γενική, ἀλλὰ ἔχει καὶ προσωπικὸ χαρακτήρα γιὰ τὸν καθένα. Ἀνάμεσα λοιπὸν στὰ πολλὰ ζητήματα ποὺ ἀπασχολοῦν καθημερινὰ τὴ σκέψη μας, στὰ προβλήματα ποὺ καλούμαστε νὰ ἐπιλύσουμε, στὰ ἐρωτήματα γιὰ τὰ ὁποῖα ἀναζητοῦμε ἀπαντήσεις, τὸ πρώτιστο, τὸ κυριότερο καὶ πιὸ σπουδαῖο ποὺ πρέπει νὰ μᾶς ἀπασχολεῖ εἶναι τὸ ζήτημα τῆς σωτηρίας μας. «Τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;» Δὲν ὑπάρχει κρισιμότερο ἐρώτημα. Διότι δὲν ἀφορᾶ μόνο στὴν ἐπίγεια ζωή μας, ἀλλὰ κυρίως στὴν πορεία μας πρὸς τὴν αἰωνιότητα. Ἂς ἀνταποκρινόμαστε σὲ ὅ,τι ὁ Κύριος περιμένει ἀπὸ ἐμᾶς, γιὰ νὰ μᾶς τὴ χαρίσει.
ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ (Ἰωάν. θ΄ 1-38) 17 Μαΐου 2026
Τό φῶς τοῦ κόσμου
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββί, τίς ἥμαρτεν,
οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν
οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζε-
σθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται
ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπών, ἔπτυσε χαμαὶ
καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ
τυφλοῦ καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύε-
ται, ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ
οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμε-
νος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον· ὅτι οὗτός ἐστιν. Ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν.
Ἐκεῖνος ἔλεγεν· Ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
Ἀπεκρίθη ἐκεῖνος, καὶ εἶπεν· Ἄνθρωπος, λεγόμενος Ἰησοῦς, πηλὸν ἐποίησε καὶ ἐπέ-
χρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, καὶ
νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος;
Λέγει· Οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ Σάβ-
βατον, ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν
οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέ-
θηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρι-
σαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.
Ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα
ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς
ὀφθαλμούς; Ὁ δὲ εἶπεν· ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ
αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀνα-
βλέψαντος καὶ ἠρώτησαν αὐτούς, λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε
ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ
καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν
βλέπει οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς
ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς
αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα, ἐάν τις
αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον·
Ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὃς ἦν
τυφλός, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος, καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν
οἶδα ὅτι, τυφλὸς ὤν, ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ
σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν
θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἐλοιδόρησαν οὖν αὐτόν,
καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδα-
μεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπεκρίθη ὁ
ἄνθρωπος καὶ εἶπεν αὐτοῖς. Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πό-
θεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ
ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ
αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος
παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἀπεκρίθησαν, καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις
σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰη-
σοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν
τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε
δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη·
Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Η ΦΑΝΕΡΩΣΗ ΤΩΝ ΕΡΓΩΝ ΤΟΥ ΘΕΟΥ
Μέ ἁπλότητα ἀφοπλιστική καί ἐνάργεια ὁ εὐαγγελιστής Ἰωάννης ἀφη-
γεῖται τό ἐκπληκτικό θαῦμα τῆς θεραπείας τοῦ ἐκ γενετῆς τυφλοῦ. Τά
θαύματα τοῦ Χριστοῦ δέν ἐπιτελοῦνται γιά τήν δημιουργία ἐντυπώσεων
οὔτε γιά τήν ἀπόκτηση ὀπαδῶν ἤ τήν ἐπιδίωξη ἰδιοτελῶν σκοπῶν. Τά
«σημεῖα», τά θαύματα τοῦ Κυρίου πραγματοποιοῦνται γιά νά βοηθήσουν
τόν ἄνθρωπο νά ἀτενίσει καί νά αἰσθανθεῖ μέ πίστη καί ἀγάπη τό κατ’
ἐξοχήν ἔργο τοῦ Θεοῦ, τό ὁποῖο εἶναι ἡ ἔλευση τῆς Βασιλείας Του στόν
κόσμο, ἡ σωτήριος καί ἀπελευθερωτική παρουσία τοῦ Χριστοῦ ἀνάμεσά
μας πού βιώνεται ὡς ἀγώνας νά Τόν ἀκολουθήσουμε μέ ἐμπιστοσύνη καί
ἀφοσίωση.
Γιατί μόνο στόν Χριστό συναντᾶ κανείς λυτρωτικά τόν Θεό. Αὐτός
εἶναι «ἡ θύρα» (Ἰωάν. 10,9), «ἡ ὁδός» (14,6) καί ἡ «προσαγωγή» μας, διά
τῆς πίστεως, στήν χάρι τοῦ Θεοῦ (Ρωμ. 5,2). Ὁ Θεός καί Πατήρ «ἕως ἄρτι
ἐργάζεται» (Ἰωάν. 5,17), ἐξακολουθεῖ νά ἐργάζεται ὥς τώρα γιά τήν σω-
τηρία τοῦ ἀνθρώπου, μαζί μέ τόν Υἱό καί τό Ἅγιο Πνεῦμα Του.
Ἑπομένως, κάθε θαυμαστή ἐνέργεια τοῦ Χριστοῦ καί, κατά κύριο λό-
γο, ἡ ἐνανθρώπησή Του, ἡ Σταύρωση καί ἡ Ἀνάσταση, σκοπό ἔχει νά με-
ταβάλει τόν κόσμο σέ Βασιλεία τοῦ Θεοῦ καί νά προσανατολίσει τόν
ἄνθρωπο στόν σκοπό τῆς δημιουργίας, του, δηλαδή στήν κοινωνία μέ τόν
Θεό, τόν ἁγιασμό, τήν θέωση, τό «ἀεί σύν Θεῷ εὖ εἶναι».
Ἡ δημιουργία τῶν ὀφθαλμῶν
Ὁ Κύριος δέν ἀποκαθιστᾶ μόνον τήν ὅραση ἑνός ἀνθρώπου πού κάπο-
τε ἔβλεπε, ἀλλά τοῦ δίνει γιά πρώτη φορά στήν ζωή του τήν δυνατότητα
νά δεῖ. Σέ αὐτό ἔγκειται καί ἡ ἰδιαίτερη σημασία τοῦ γεγονότος, ἀφοῦ μέ
τό πτύσμα Του καί τό χῶμα κάνει πηλό καί χρίει τά μάτια τοῦ ἐκ γενετῆς
τυφλοῦ. Μέ αὐτήν τήν πράξη ἐπιβεβαιώνεται γιά ἀκόμη μία φορά τό κήρυγμα τοῦ Εὐαγγελίου ὅτι ὁ Ἰησοῦς εἶναι ὄντως ὁ Χριστός, ὁ Μεσσίας, ὁ
λυτρωτής ὅλων τῶν ἀνθρώπων καί ἀρχηγός τοῦ καινούργιου λαοῦ τοῦ Θε-
οῦ, τῆς Ἐκκλησίας, σύμφωνα μέ τήν περίφημη προφητεία τοῦ Ἡσαΐου γιά
τήν δράση τοῦ Μεσσία: «τυφλοί ἀναβλέπουσι καί χωλοί περιπατοῦσι, λε-
προί καθαρίζονται καί κωφοί ἀκούουσι, νεκροί ἐγείρονται καί πτωχοί εὐαγ-
γελίζονται» (Ματθ. 11,5).
Αὐτή εἶναι ἡ πεποίθηση τῆς Ἐκκλησίας γιά τό Πρόσωπο καί τό ἔργο τοῦ
Χριστοῦ· αὐτό εἶναι τό καλό ἄγγελμα τῆς σωτηρίας μας καί τό περιεχόμενο
τοῦ Χριστιανισμοῦ· ἡ ἐν Χριστῷ ἀναγέννηση καί ὁ φωτισμός τοῦ ἀνθρώ-
που, ἡ θέωσή του, καθώς ἐπισημαίνουν οἱ Ἅγιοι Μάξιμος ὁ Ὁμολογητής
καί Γρηγόριος ὁ Παλαμᾶς: «Τοῦτό ἐστι τό τοῦ Θεοῦ Εὐαγγέλιον· πρεσβεία
(παρέμβαση-ἀποστολή) Θεοῦ πρός ἀνθρώπους δι’ Υἱοῦ σαρκωθέντος καί
μισθόν δωρουμένου τοῖς Αὐτῷ πειθομένοις, τήν ἀγέννητον θέωσιν».
Ἡ ἀγέννητη θέωση, ὡς σκοπός τῆς δημιουργίας τοῦ ἀνθρώπου, ἀποκα-
λύπτεται στούς ἀξίους, δηλαδή σέ ἐκείνους πού ἔχουν ὑγιεῖς ὀφθαλμούς
καί καθαρή καρδιά, τά ὁποῖα ἀποκτῶνται μέ τήν ζωντανή πίστη καί τοῦ Θεοῦ
τήν χάρι.
Τό θάρρος πού ἐμπνέει ἡ πίστη
Ὁ ἐκ γενετῆς τυφλός, μέ τήν πίστη καί τήν προθυμία του νά ὑπακούσει
στόν λόγο κάποιου Ἀγνώστου πού χρίει τούς ὀφθαλμούς του, μεταβαίνει
στήν «κολυμβήθραν τοῦ Σιλωάμ», νίπτεται καί, ὅταν ἐπιστρέφει, βλέπει.Τότε, ἡ ἀγάπη καί ἡ πίστη του στόν Χριστό ἐκδηλώνονται καί μέ τόν ἀγῶνα
του νά ὑπερασπίσει τόν Εὐεργέτη του, ὁμολογῶντας ἀπερίφραστα καί
θαρραλέα στούς ἀνθρώπους (γείτονες, φαρισαίους, γονεῖς), ὅτι ὁ Ἰησοῦς
εἶναι προφήτης καί ὅτι τοῦ ἔδωσε τό φῶς του. Ἔτσι, ὁ πρώην τυφλός γί-
νεται ὄργανο τοῦ Θεοῦ γιά νά φανερωθεῖ ἡ τύφλωση τῶν «ἰσχυρῶν» καί
«σοφῶν» τοῦ κόσμου. Καί ὁ Κύριος, τόν ὁποῖο στό τέλος τῆς περικοπῆς ὁ
θεραπευθείς τυφλός πιστεύει ὡς Υἱό τοῦ Θεοῦ καί Τόν προσκυνεῖ, φανε-
ρώνει ὅτι «εἰς κρῖμα εἰς τόν κόσμον τοῦτον ἦλθε». Ἐνανθρώπησε, δηλαδή,
γιά νά προκαλέσει κρίση σέ αὐτόν τόν κόσμο, ὥστε ὅσοι δέν βλέπουν νά
δοῦν καί ὅσοι «βλέπουν» νά γίνουν τυφλοί (Ἰωάν. 9,39).
Ἡ πίστη ὡς οὐσιαστική γνωριμία μέ τόν Χριστό
Τοιουτοτρόπως, διαπιστώνουμε ὅτι ὁ πρώην τυφλός δέν ἀρκέσθηκε
ἁπλῶς στό νά ἐκφράσει τήν εὐγνωμοσύνη τῆς καρδιᾶς του στόν Εὐεργέτη
του, ἀλλά τό θαῦμα τῆς θεραπείας του ἔγινε ἀφετηρία γιά νά γνωρίσει βα-
θύτερα τόν Χριστό, νά συνδεθεῖ ἀληθινά μαζί Του, νά πιστεύσει στήν μεσ-
σιανική Του ἰδιότητα. Γι’ αὐτό καί τόν ὁμολογεῖ ὡς Υἱό τοῦ Θεοῦ, ἐνῶ
προηγουμένως τόν ἀποκαλοῦσε «Προφήτην» καί «Ἄνθρωπον λεγόμενον
Ἰησοῦν». Ὅσο περισσότερο λούζεσαι ἀπό τό φῶς τῆς πίστεως, τόσο ἀπο-
κτᾶς ἐμπειρία, προσωπική πεῖρα, ἐσωτερική βεβαιότητα γιά τήν ἀλήθεια
τοῦ Χριστοῦ· ἄνοδο σέ ἄλλα ἐπίπεδα γνώσεως καί ὑπάρξεως.
Ἀρχιμ. Ν. Κ.ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΚΟΝΙΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ
